Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.105.2 | Hdt. 5.106.5 (English) | >>Hdt. 5.108.1 |
5.106.3 εἶπε πρὸς ταῦτα Ἱστιαῖος · “βασιλεῦ , κοῖον ἐφθέγξαο ἔπος , ἐμὲ βουλεῦσαι πρῆγμα ἐκ τοῦ σοί τι ἢ μέγα ἢ σμικρὸν ἔμελλε λυπηρὸν ἀνασχήσειν ; τί δʼ ἂν ἐπιδιζήμενος ποιέοιμι ταῦτα , τεῦ δὲ ἐνδεὴς ἐών ; τῷ πάρα μὲν πάντα ὅσα περ σοί , πάντων δὲ πρὸς σέο βουλευμάτων ἐπακούειν ἀξιοῦμαι .
5.106.4 ἀλλʼ εἴ περ τι τοιοῦτον οἷον σὺ εἴρηκας πρήσσει ὁ ἐμὸς ἐπίτροπος , ἴσθι αὐτὸν ἐπʼ ἑωυτοῦ βαλόμενον πεποιηκέναι . ἀρχὴν δὲ ἔγωγε οὐδὲ ἐνδέκομαι τὸν λόγον , ὅκως τι Μιλήσιοι καὶ ὁ ἐμὸς ἐπίτροπος νεώτερον πρήσσουσι περὶ πρήγματα τὰ σά . εἰ δʼ ἄρα τι τοιοῦτο ποιεῦσι καὶ σὺ τὸ ἐὸν ἀκήκοας ὦ βασιλεῦ , μάθε οἷον πρῆγμα ἐργάσαο ἐμὲ ἀπὸ θαλάσσης ἀνάσπαστον ποιήσας .
5.106.5 Ἴωνες γὰρ οἴκασι ἐμεῦ ἐξ ὀφθαλμῶν σφι γενομένου ποιῆσαι τῶν πάλαι ἵμερον εἶχον · ἐμέο δʼ ἂν ἐόντος ἐν Ἰωνίῃ οὐδεμία πόλις ὑπεκίνησε . νῦν ὦν ὡς τάχος ἄπες με πορευθῆναι ἐς Ἰωνίην , ἵνα τοι κεῖνά τε πάντα καταρτίσω ἐς τὠυτὸ καὶ τὸν Μιλήτου ἐπίτροπον τοῦτον τὸν ταῦτα μηχανησάμενον ἐγχειρίθετον παραδῶ .
5.106.6 ταῦτα δὲ κατὰ νόον τὸν σὸν ποιήσας , θεοὺς ἐπόμνυμι τοὺς βασιληίους μὴ μὲν πρότερον ἐκδύσασθαι τὸν ἔχων κιθῶνα καταβήσομαι ἐς Ἰωνίην , πρὶν ἄν τοι Σαρδὼ νῆσον τὴν μεγίστην δασμοφόρον ποιήσω .”
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.105.2 | Hdt. 5.106.5 (English) | >>Hdt. 5.108.1 |